previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πάλιν οὖν καὶ ἡμεῖς ἐφ᾽ ἑτέραν μεταβῶμεν ἀδολεσχίαν: οὐ γὰρ ἐπιτρέπουσιν οἱ σοφισταὶ τῶν ἀξίων τι ζητημάτων προχειρίζεσθαι καίτοι παμπόλλων ὑπαρχόντων, ἀλλὰ κατατρίβειν ἀναγκάζουσι τὸν χρόνον εἰς τὴν τῶν σοφισμάτων, ὧν προβάλλουσι, λύσιν.

τίς οὖν ἀδολεσχία; ἔνδοξος αὕτη καὶ [p. 45] πολυθρύλητος λίθος τὸν σίδηρον ἐπισπωμένη. τάχα γὰρ ἂν αὕτη ποτὲ τὴν ψυχὴν αὐτῶν ἐπισπάσαιτο πιστεύειν εἶναί τινας ἐν ἑκάστῳ τῶν σωμάτων ἑλκτικὰς τῶν οἰκείων ποιοτήτων δυνάμεις.

Ἐπίκουρος μὲν οὖν καίτοι παραπλησίοις Ἀσκληπιάδῃ στοιχείοις πρὸς τὴν φυσιολογίαν χρώμενος ὅμως ὁμολογεῖ, πρὸς μὲν τῆς ἡρακλείας λίθου τὸν σίδηρον ἕλκεσθαι, πρὸς δὲ τῶν ἠλέκτρων τὰ κυρήβια καὶ πειρᾶταί γε καὶ τὴν αἰτίαν ἀποδιδόναι τοῦ φαινομένου. τὰς γὰρ ἀπορρεούσας ἀτόμους ἀπὸ τῆς λίθου ταῖς ἀπορρεούσαις ἀπὸ τοῦ σιδήρου τοῖς σχήμασιν οἰκείας εἶναί φησιν, ὥστε περιπλέκεσθαι Ρ῾ᾳδίως. προσκρουούσας οὖν αὐτὰς τοῖς συγκρίμασιν ἑκατέροις τῆς τε λίθου καὶ τοῦ σιδήρου κἄπειτ᾽ εἰς τὸ μέσον ἀποπαλλομένας οὕτως ἀλλήλαις τε περιπλέκεσθαι καὶ [p. 72] συνεπισπᾶσθαι τὸν σίδηρον. τὸ μὲν οὖν τῶν ὑποθέσεων εἰς τὴν αἰτιολογίαν ἀπίθανον ἄντικρυς δῆλον, ὅμως δ᾽ οὖν ὁμολογεῖ τὴν ὁλκήν. καὶ οὕτω γε καὶ κατὰ τὰ σώματα τῶν ζῴων φησὶ γίγνεσθαι τάς τ᾽ ἀναδόσεις καὶ τὰς διακρίσεις τῶν περιττωμάτων καὶ τὰς τῶν καθαιρόντων φαρμάκων ἐνεργείας.

Ἀσκληπιάδης δὴ τό τε τῆς εἰρημένης αἰτίας [p. 46] ἀπίθανον ὑπιδόμενος καὶ μηδεμίαν ἄλλην ἐφ᾽ οἷς ὑπέθετο στοιχείοις ἐξευρίσκων πιθανὴν ἐπὶ τὸ μηδ᾽ ὅλως ἕλκεσθαι λέγειν ὑπὸ μηδενὸς μηδὲν ἀναισχυντήσας ἐτράπετο, δέον, εἰ μήθ᾽ οἷς Ἐπίκουρος εἶπεν ἠρέσκετο μήτ᾽ ἄλλα βελτίω λέγειν εἶχεν, ἀποστῆναι τῶν ὑποθέσεων καὶ τήν τε φύσιν εἰπεῖν τεχνικὴν καὶ τὴν οὐσίαν τῶν ὄντων ἑνουμένην τε πρὸς ἑαυτὴν ἀεὶ καὶ ἀλλοιουμένην ὑπὸ τῶν ἑαυτῆς μορίων εἰς ἄλληλα δρώντων τε καὶ πασχόντων. εἰ γὰρ ταῦθ᾽ ὑπέθετο, χαλεπὸν οὐδὲν ἦν τὴν τεχνικὴν ἐκείνην φύσιν ὁμολογῆσαι δύναμεις ἔχειν ἐπισπαστικὴν μὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων. οὐ γὰρ δι᾽ ἄλλο τί γ᾽ ἦν αὐτῇ τὸ τεχνικῇ τ᾽ εἶναι καὶ τοῦ ζῴου διασωστικῇ καὶ τῶν νοσημάτων κριτικῇ παρὰ τὸ προσίεσθαι μὲν καὶ φυλάττειν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ ἀλλότριον.

ἀλλ᾽ Ἀσκληπιάδης κἀνταῦθα τὸ μὲν ἀκόλουθον ταῖς ἀρχαῖς αἷς ὑπέθετο συνεῖδεν, οὐ μὴν τήν γε πρὸς τὸ φαινόμενον ἐναργῶς ᾐδέσθη μάχην, [p. 47] ἀλλ᾽ ὁμόσε χωρεῖ καὶ περὶ τούτου πᾶσιν οὐκ ἰατροῖς μόνον ἀλλ᾽ ἤδη καὶ τοῖς ἄλλοις ἀνθρώποις [p. 74] οὔτε κρίσιν εἶναί τινα λέγων οὔθ᾽ ἡμέραν κρίσιμον οὔθ᾽ ὅλως οὐδὲν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου πραγματεύσασθαι τὴν φύσιν. ἀεὶ γὰρ τὸ μὲν ἀκόλουθον φυλάττειν βούλεται, τὸ δ᾽ ἐναργῶς φαινόμενον ἀνατρέπειν ἔμπαλιν Ἐπικούρῳ. τιθεὶς γὰρ ἐκεῖνος ἀεὶ τὸ φαινόμενον αἰτίαν αὐτοῦ ψυχρὰν ἀποδίδωσι. τὰ γὰρ ἀποπαλλόμενα σμικρὰ σώματα τῆς ἡρακλείας λίθου τοιούτοις ἑτέροις περιπλέκεσθαι μορίοις τοῦ σιδήρου κἄπειτα διὰ τῆς περιπλοκῆς ταύτης μηδαμοῦ φαινομένης ἐπισπᾶσθαι βαρεῖαν οὕτως οὐσίαν οὐκ οἶδ᾽ ὅπως ἄν τις πεισθείη. καὶ γὰρ εἰ τοῦτο συγχωρήσομεν, τό γε τῷ σιδήρῳ πάλιν ἕτερον προστεθέν τι συνάπτεσθαι τὴν αὐτὴν αἰτίαν οὐκέτι προσίεται.

τί γὰρ ἐροῦμεν; δηλαδὴ τῶν ἀπορρεόντων τῆς λίθου μορίων ἔνια μὲν προσκρούσαντα τῷ σιδήρῳ πάλιν ἀποπάλλεσθαι καὶ ταῦτα μὲν εἶναι, δι᾽ ὧν κρεμάννυσθαι συμβαίνει τὸν σίδηρον, τὰ δ᾽ [p. 48] εἰς αὐτὸν εἰσδυόμενα διὰ τῶν κενῶν πόρων διεξέρχεσθαι τάχιστα κἄπειτα τῷ παρακειμένῳ σιδήρῳ προσκρούοντα μήτ᾽ ἐκεῖνον διαδῦναι δύνασθαι, καίτοι τόν γε πρῶτον διαδύντα, παλινδρομοῦντα δ᾽ αὖθις ἐπὶ τὸν πρότερον ἑτέρας αὖθις ἐργάζεσθαι ταῖς προτέραις ὁμοίας περιπλοκάς;

ἐναργῶς γὰρ ἐνταῦθα τὸ ληρῶδες τῆς αἰτίας ἐλέγχεται. γραφεῖα γοῦν οἶδά ποτε σιδηρᾶ πέντε κατὰ τὸ συνεχὲς ἀλλήλοις συναφθέντα, τοῦ πρώτου μὲν μόνου τῆς λίθου ψαύσαντος, ἐξ ἐκείνου [p. 76] δ᾽ εἰς τἆλλα τῆς δυνάμεως διαδοθείσης: καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς, εἰ μὲν τῷ κάτω τοῦ γραφείου πέρατι προσάγοις ἕτερον, ἔχεταί τε καὶ συνάπτεται καὶ κρέμαται τὸ προσενεχθέν: εἰ δ᾽ ἄλλῳ τινὶ μέρει τῶν πλαγίων προσθείης, οὐ συνάπτεται. πάντη γὰρ ὁμοίως τῆς λίθου διαδίδοται δύναμις, εἰ μόνον ἅψαιτο κατά τι τοῦ πρώτου γραφείου. καὶ μέντοι κἀκ τούτου πάλιν εἰς τὸ δεύτερον ὅλον δύναμις ἅμα νοήματι διαρρεῖ κἀξ ἐκείνου πάλιν εἰς τὸ τρίτον ὅλον. εἰ δὴ νοήσαις σμικράν τινα λίθον ἡρακλείαν ἐν οἴκῳ τινὶ κρεμαμένην, εἶτ᾽ ἐν κύκλῳ ψαύοντα πάμπολλα σιδήρια κἀκείνων πάλιν ἕτερα κἀκείνων ἄλλα καὶ τοῦτ᾽ ἄχρι [p. 49] πλείονος, ἅπαντα δήπου πίμπλασθαι δεῖ τὰ σιδήρια τῶν ἀπορρεόντων τῆς λίθου σωμάτων. καὶ κινδυνεύει διαφορηθῆναι τὸ σμικρὸν ἐκεῖνο λιθίδιον εἰς τὰς ἀπορροὰς διαλυθέν. καίτοι, κἂν εἰ μηδὲν παρακέοιτ᾽ αὐτῷ σιδήριον, εἰς τὸν ἀέρα σκεδάννυται, μάλιστ᾽ εἰ καὶ θερμὸς ὑπάρχοι.

ναί, φησί, σμικρὰ γὰρ αὐτὰ χρὴ πάνυ νοεῖν, ὥστε τῶν ἐμφερομένων τῷ ἀέρι ψηγμάτων τούτων δὴ τῶν σμικροτάτων ἐκείνων ἔνια μυριοστὸν εἶναι μέρος. εἶτ᾽ ἐξ οὕτω σμικρῶν τολμᾶτε λέγειν κρεμάννυσθαι βάρη τηλικαῦτα σιδήρου; εἰ γὰρ ἕκαστον αὐτῶν μυριοστόν ἐστι μέρος τῶν ἐν τῷ ἀέρι φερομένων ψηγμάτων, πηλίκον χρὴ νοῆσαι τὸ πέρας αὐτῶν τὸ ἀγκιστροειδές, περιπλέκεται πρὸς ἄλληλα; πάντως γὰρ δήπου τοῦτο σμικρότατόν ἐστιν ὅλου τοῦ ψήγματος.

[p. 78] εἶτα μικρὸν μικρῷ, κινούμενον κινουμένῳ περιπλακὲν οὐκ εὐθὺς ἀποπάλλεται. καὶ γὰρ δὴ καὶ ἄλλ᾽ ἄττα πάντως αὐτοῖς, τὰ μὲν ἄνωθεν, τὰ δὲ κάτωθεν, καὶ τὰ μὲν ἔμπροσθεν, τὰ δ᾽ ὄπισθεν, τὰ δ᾽ ἐκ τῶν δεξιῶν, τὰ δ᾽ ἐκ τῶν ἀριστερῶν [p. 50] ἐκρηγνύμενα σείει τε καὶ βράττει καὶ μένειν οὐκ ἐᾷ. καὶ μέντοι καὶ πολλὰ χρὴ νοεῖν ἐξ ἀνάγκης ἕκαστον ἐκείνων τῶν σμικρῶν σωμάτων ἔχειν ἀγκιστρώδη πέρατα. δι᾽ ἑνὸς μὲν γὰρ ἀλλήλοις συνάπτεται, δι᾽ ἑτέρου δ᾽ ἑνὸς τοῦ μὲν ὑπερκειμένου τῇ λίθῳ, τοῦ δ᾽ ὑποκειμένου τῷ σιδήρῳ. εἰ γὰρ ἄνω μὲν ἐξαφθείη τῆς λίθου, κάτω δὲ τῷ σιδήρῳ μὴ συμπλακείη, πλέον οὐδέν. ὥστε τοῦ μὲν ὑπερκειμένου τὸ ἄνω μέρος ἐκκρέμασθαι χρὴ τῆς λίθου, τοῦ δ᾽ ὑποκειμένου τῷ κάτω πέρατι συνῆφθαι τὸν σίδηρον. ἐπεὶ δὲ κἀκ τῶν πλαγίων ἀλλήλοις περιπλέκεται, πάντως που κἀνταῦθα ἔχει τὰ ἄγκιστρα. καὶ μέμνησό μοι πρὸ πάντων, ὅπως ὄντα σμικρὰ τὰς τοιαύτας καὶ τοσαύτας ἀποφύσεις ἔχει. καὶ τούτου μᾶλλον ἔτι, πῶς, ἵνα τὸ δεύτερον σιδήριον συναφθῇ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ τὸ τρίτον κἀκείνῳ τὸ τέταρτον, ἅμα μὲν διεξέρχεσθαι χρὴ τοὺς πόρους ταυτὶ τὰ σμικρὰ καὶ ληρώδη ψήγματα, ἅμα δ᾽ ἀποπάλλεσθαι τοῦ [p. 51] μετ᾽ αὐτὸ τεταγμένου, καίτοι κατὰ πᾶν ὁμοίου τὴν φύσιν ὑπάρχοντος.

οὐδὲ γὰρ τοιαύτη πάλιν ὑπόθεσις ἄτολμος, ἀλλ᾽, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μακρῷ τῶν ἔμπροσθεν ἀναισχυντοτέρα, πέντε σιδηρίων ὁμοίων ἀλλήλοις [p. 80] ἐφεξῆς τεταγμένων διὰ τοῦ πρώτου διαδυόμενα Ρ῾ᾳδίως τῆς λίθου τὰ μόρια κατὰ τὸ δὲύτερον ἀποπάλλεσθαι καὶ μὴ διὰ τούτου κατὰ τὸν αὐτὸν τρόπον ἑτοίμως διεξέρχεσθαι. καὶ μὴν ἑκατέρως ἄτοπον. εἰ μὲν γὰρ ἀποπάλλεται, πῶς εἰς τὸ τρίτον ὠκέως διεξέρχεται; εἰ δ᾽ οὐκ ἀποπάλλεται, πῶς κρεμάννυται τὸ δεύτερον ἐκ τοῦ πρώτου; τὴν γὰρ ἀπόπαλσιν αὐτὸς ὑπέθετο δημιουργὸν τῆς ὁλκῆς.

ἀλλ᾽, ὅπερ ἔφην, εἰς ἀδολεσχίαν ἀναγκαῖον ἐμπίπτειν, ἐπειδάν τις τοιούτοις ἀνδράσι διαλέγηται. σύντομον οὖν τινα καὶ κεφαλαιώδη λόγον εἰπὼν ἀπαλλάττεσθαι βούλομαι. τοῖς Ἀσκληπιάδου γράμμασιν εἴ τις ἐπιμελῶς ὁμιλήσειε, τήν τε πρὸς τὰς ἀρχὰς ἀκολουθίαν τῶν τοιούτων δογμάτων ἀκριβῶς ἂν ἐκμάθοι καὶ τὴν πρὸς τὰ φαινόμενα μάχην. μὲν οὖν Ἐπίκουρος τὰ [p. 52] φαινόμενα φυλάττειν βουλόμενος ἀσχημονεῖ φιλοτιμούμενος ἐπιδεικνύειν αὐτὰ ταῖς ἀρχαῖς ὁμολογοῦντα: δ᾽ Ἀσκληπιάδης τὸ μὲν ἀκόλουθον ταῖς ἀρχαῖς φυλάττει, τοῦ φαινομένου δ᾽ οὐδὲν αὐτῷ μέλει. ὅστις οὖν βούλεται τὴν ἀτοπίαν ἐξελέγχειν τῶν ὑποθέσεων, εἰ μὲν πρὸς Ἀσκληπιάδην λόγος αὐτῷ γίγνοιτο, τῆς πρὸς τὸ φαινόμενον ὑπομιμνησκέτω μάχης: εἰ δὲ πρὸς Ἐπίκουρον, τῆς πρὸς τὰς ἀρχὰς διαφωνίας. αἱ δ᾽ ἄλλαι σχεδὸν αἱρέσεις αἱ τῶν ὁμοίων ἀρχῶν ἐχόμεναι τελέως ἀπέσβησαν, αὗται δ᾽ ἔτι μόναι διαρκοῦσιν οὐκ ἀγεννῶς. καίτοι τὰ μὲν Ἀσκληπιάδου Μηόδοτος ἐμπειρικὸς ἀφύκτως ἐξελέγχει, τήν τε πρὸς τὰ φαινόμενα μάχην ὑπομιμνήσκων αὐτὸν καὶ τὴν πρὸς ἄλληλα: τὰ δ᾽ [p. 82] Ἐπικούρου πάλιν Ἀσκληπιάδης ἐχόμενος ἀεὶ τῆς ἀκολουθίας, ἧς ἐκεῖνος οὐ πάνυ τι φαίνεται φροντίζων.

ἀλλ᾽ οἱ νῦν ἄνθρωποι, πρὶν καὶ ταύτας ἐκμαθεῖν τὰς αἱρέσεις καὶ τὰς ἄλλας τὰς βελτίους κἄπειτα χρόνῳ πολλῷ κρῖναί τε καὶ βασανίσαι τὸ καθ᾽ ἑκάστην αὐτῶν ἀληθές τε καὶ ψεῦδος, οἱ μὲν ἰατροὺς ἑαυτούς, οἱ δὲ φιλοσόφους [p. 53] ὀνομάζουσι μηδὲν εἰδότες. οὐδὲν οὖν θαυμαστὸν ἐπίσης τοῖς ἀληθέσι τὰ ψευδῆ τετιμῆσθαι. ὅτῳ γὰρ ἂν ἕκαστος πρώτῳ περιτύχῃ διδασκάλῳ, τοιοῦτος ἐγένετο, μὴ περιμείνας μηδὲν ἔτι παρ᾽ ἄλλου μαθεῖν. ἔνιοι δ᾽ αὐτῶν, εἰ καὶ πλείοσιν ἐντύχοιεν, ἀλλ᾽ οὕτω γ᾽ εἰσὶν ἀσύνετοί τε καὶ βραδεῖς τὴν διάνοιαν, ὥστε καὶ γεγηρακότες οὔπω συνιᾶσιν ἀκολουθίαν λόγου. πάλαι δὲ τοὺς τοιούτους ἐπὶ τὰς βαναύσους ἀπέλυον τέχνας. ἀλλὰ ταῦτα μὲν ἐς τι τελευτήσει θεὸς οἶδεν.

ἡμεῖς δ᾽ ἐπειδή, καίτοι φεύγοντες ἀντιλέγειν τοῖς ἐν αὐταῖς ταῖς ἀρχαῖς εὐθὺς ἐσφαλμένοις, ὅμως ἠναγκάσθημεν ὑπ᾽ αὐτῆς τῶν πραγμάτων τῆς ἀκολουθίας εἰπεῖν τινα καὶ διαλεχθῆναι πρὸς αὐτούς, ἔτι καὶ τοῦτο προσθήσομεν τοῖς εἰρημένοις, ὡς οὐ μόνον τὰ καθαίροντα φάρμακα πέφυκεν ἐπισπᾶσθαι τὰς οἰκείας ποιότητας ἀλλὰ καὶ τὰ τοὺς σκόλοπας ἀνάγοντα καὶ τὰς τῶν βελῶν ἀκίδας εἰς πολὺ βάθος σαρκὸς ἐμπεπαρμένας ἐνίοτε. καὶ μέντοι καὶ ὅσα τοὺς ἰοὺς τῶν θηρίων τοὺς ἐμπεφαρμαγμένους τοῖς βέλεσιν ἀνέλκει, καὶ ταῦτα τὴν αὐτὴν ταῖς ἡρακλείαις [p. 54] λίθοις ἐπιδείκνυται δύναμιν. ἔγωγ᾽ οὖν οἶδά ποτε καταπεπαρμένον ἐν ποδὶ νεανίσκου σκόλοπα τοῖς [p. 84] μὲν δακτύλοις ἕλκουσιν ἡμῖν βιαίως οὐκ ἀκολουθήσαντα, φαρμάκου δ᾽ ἐπιτεθέντος ἀλύπως τε καὶ διὰ ταχέων ἀνελθόντα. καίτοι καὶ πρὸς τοῦτό τινες ἀντιλέγουσι φάσκοντες, ὅταν φλεγμονὴ λυθῇ τοῦ μέρους, αὐτόματον ἐξιέναι τὸν σκόλοπα πρὸς οὐδενὸς ἀνελκόμενον. ἀλλ᾽ οὗτοί γε πρῶτον μὲν ἀγνοεῖν ἐοίκασιν, ὡς ἄλλα μέν ἐστι φλεγμονῆς, ἄλλα δὲ τῶν οὕτω καταπεπαρμένων ἑλκτικὰ φάρμακα: καίτοι γ᾽ εἴπερ ἀφλεγμάντων γενομένων ἐξεκρίνετο τὰ παρὰ φύσιν, ὅσα φλεγμονῆς ἐστι λυτικά, ταῦτ᾽ εὐθὺς ἂν ἦν κἀκείνων ἑλκτικά.

δεύτερον δ᾽, καὶ μᾶλλον ἄν τις θαυμάσειεν, ὡς οὐ μόνον ἄλλα μὲν τοὺς σκόλοπας, ἄλλα δὲ τοὺς ἰοὺς ἐξάγει φάρμακα, ἀλλὰ καὶ αὐτῶν τῶν τοὺς ἰοὺς ἑλκόντων τὰ μὲν τὸν τῆς ἐχίδνης, τὰ δὲ τὸν τῆς τρυγόνος, τὰ δ᾽ ἄλλου τινὸς ἐπισπᾶται καὶ σαφῶς ἔστιν ἰδεῖν τοῖς φαρμάκοις ἐπικειμένους αὐτούς. ἐνταῦθ᾽ οὖν Ἐπίκουρον μὲν [p. 55] ἐπαινεῖν χρὴ τῆς πρὸς τὸ φαινόμενον αἰδοῦς, μέμφεσθαι δὲ τὸν λόγον τῆς αἰτίας. ὃν γὰρ ἡμεῖς ἕλκοντες τοῖς δακτύλοις οὐκ ἀνηγάγομεν σκόλοπα, τοῦτον ὑπὸ τῶν σμικρῶν ἐκείνων ἀνέλκεσθαι ψηγμάτων, πῶς οὐ παντάπασιν ἄτοπον εἶναι χρὴ νομίζειν;

ἆρ᾽ οὖν ἤδη πεπείσμεθα τῶν ὄντων ἑκάστῳ δύναμίν τιν᾽ ὑπάρχειν, τὴν οἰκείαν ἕλκει ποιότητα, τὸ μὲν μᾶλλον, τὸ δ᾽ ἧττον;

καὶ τὸ τῶν πυρῶν ἔτι παράδειγμα προχειρισόμεθα [p. 86] τῷ λόγῳ; φανήσονται γὰρ οἶμαι καὶ τῶν γεωργῶν αὐτῶν ἀμαθέστεροι περὶ τὴν φύσιν οἱ μηδὲν ὅλως ὑπὸ μηδενὸς ἕλκεσθαι συγχωροῦντες: ὡς ἔγωγε πρῶτον, μὲν ἀκούσας τὸ γιγνόμενον ἐθαύμασα καὶ αὐτὸς ἠβουλήθην αὐτόπτης αὐτοῦ καταστῆναι. μετὰ ταῦτα δέ, ὡς καὶ τὰ τῆς πείρας ὡμολόγει, τὴν αἰτίαν σκοπούμενος ἐν παμπόλλῳ χρόνῳ κατὰ πάσας τὰς αἱρέσεις οὐδεμίαν ἄλλην εὑρεῖν οἷός τ᾽ ἦν οὐδ᾽ ἄχρι τοῦ πιθανοῦ προϊοῦσαν ἀλλὰ καταγελάστους τε καὶ σαφῶς ἐξελεγχομένας τὰς ἄλλας ἁπάσας πλὴν τῆς τὴν ὁλκὴν πρεσβευούσης.

ἔστι δὲ τὸ γιγνόμενον τοιόνδε. [p. 56] κατακομίζοντες οἱ παρ᾽ ἡμῖν γεωργοὶ τοὺς ἐκ τῶν ἀγρῶν πυροὺς εἰς τὴν πόλιν ἐν ἁμάξαις τισίν, ὅταν ὑφελέσθαι βουληθῶσιν, ὥστε μὴ φωραθῆναι, κεράμι᾽ ἄττα πληρώσαντες ὕδατος μέσοις αὐτοῖς ἐνιστᾶσιν. ἕλκοντες οὖν ἐκεῖνοι διὰ τοῦ κεραμίου τὸ ὑγρὸν εἰς αὑτοὺς ὄγκον μὲν καὶ βάρος προσκτῶνται, κατάδηλοι δ᾽ οὐ πάνυ γίγνονται τοῖς ὁρῶσιν, εἰ μή τις προπεπυσμένος ἤδη περιεργότερον ἐπισκοποῖτο. καίτοι γ᾽ εἰ βουληθείης ἐν ἡλίῳ καταθεῖναι πάνυ θερμῷ ταὐτὸν ἀγγεῖον, ἐλάχιστον παντελῶς εὑρήσεις τὸ δαπανώμενον ἐφ᾽ ἑκάστης ἡμέρας. οὕτως ἄρα καὶ τῆς ἡλιακῆς θερμασίας τῆς σφοδρᾶς ἰσχυροτέραν οἱ πυροὶ δύναμιν ἔχουσιν ἕλκειν εἰς ἑαυτοὺς τὴν πλησιάζουσαν ὑγρότητα. λῆρος οὖν ἐνταῦθα μακρὸς πρὸς τὸ λεπτομερὲς φορὰ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καὶ μάλισθ᾽ ὅταν ἱκανῶς θερμός, [p. 88] πολὺ μὲν ὑπάρχοντος κατὰ τοὺς πυροὺς λεπτομερεστέρου, δεχομένου δ᾽ οὐδὲ τὸ δέκατον μέρος τῆς εἰς ἐκείνους μεταλαμβανομένης ὑγρότητος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (A.J. Brock, 1916)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: