Olympian 9
ΕΦΑΡΜΟΣΤΩι ΟΠΟΥΝΤΙΩι
ΠΑΛΑΙΣΤΗι
τὸ μὲν Ἀρχιλόχου μέλος
φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς,
ἄρκεσε Κρόνιον παρ᾽ ὄχθον ἁγεμονεῦσαι
κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις:
5ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων
[10] Δία τε φοινικοστερόπαν σεμνόν τ᾽ ἐπίνειμαι
ἀκρωτήριον Ἄλιδος
τοιοῖσδε βέλεσσιν,
τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ
10ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας:
πτερόεντα δ᾽ ἵει γλυκὺν
Πυθώναδ᾽ ὀϊστόν: οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι
[20] ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγ᾽ ἐλελίζων
κλεινᾶς ἐξ Ὀπόεντος: αἰνήσαις ἓ καὶ υἱόν,
15ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν
μεγαλόδοξος Εὐνομία, θάλλει δ᾽ ἀρεταῖσιν
σόν τε, Κασταλία, πάρα
Ἀλφεοῦ τε ῥέεθρον:
[30] ὅθεν στεφάνων ἄωτοι κλυτὰν
20Λοκρῶν ἐπαείροντι ματέρ᾽ ἀγλαόδενδρον.
ἐγὼ δέ τοι φίλαν πόλιν
μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,
καὶ ἀγάνορος ἵππου
θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
25ἀγγελίαν πέμψω ταύταν,
εἰ σύν τινι μοιριδίῳ παλάμᾳ
[40] ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον:
κεῖναι γὰρ ὤπασαν τὰ τέρπν᾽: ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμον᾽ ἄνδρες
ἐγένοντ᾽: ἐπεὶ ἀντία
30πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν,
ἁνίκ᾽ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν
ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων
[50] Φοῖβος, οὐδ᾽ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,
βρότεα σώμαθ᾽ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν
35θνᾳσκόντων; ἀπό μοι λόγον
τοῦτον, στόμα, ῥῖψον:
ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς
ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν
μανίαισιν ὑποκρέκει.
40 [60] μὴ νῦν λαλάγει τὰ τοιαῦτ᾽: ἔα πόλεμον μάχαν τε πᾶσαν
χωρὶς ἀθανάτων: φέροις δὲ Πρωτογενείας
ἄστει γλῶσσαν, ἵν᾽ αἰολοβρόντα Διὸς αἴσᾳ
Πύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντε
δόμον ἔθεντο πρῶτον, ἄτερ δ᾽ εὐνᾶς ὁμόδαμον
45 [70] κτισσάσθαν λίθινον γόνον:
λαοὶ δ᾽ ὀνύμασθεν.
ἔγειρ᾽ ἐπέων σφιν οἶμον λιγύν,
αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δ᾽ ὕμνων
νεωτέρων. λέγοντι μὰν
50χθόνα μὲν κατακλύσαι μέλαιναν
ὕδατος σθένος, ἀλλὰ
Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας
ἄντλον ἑλεῖν. κείνων ἔσαν
[80] χαλκάσπιδες ὑμέτεροι πρόγονοι
55ἀρχᾶθεν Ἰαπετιονίδος φύτλας
κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί,
πρὶν Ὀλύμπιος ἁγεμὼν
θύγατρ᾽ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος
μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν
60 [90] Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις
ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον
ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν,
μάτρωος δ᾽ ἐκάλεσσέ νιν
ἰσώνυμον ἔμμεν,
65ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ
[100] ἔργοισι. πόλιν δ᾽ ὤπασεν λαόν τε διαιτᾶν.
ἀφίκοντο δέ οἱ ξένοι,
ἔκ τ᾽ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δ᾽ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται:
υἱὸν δ᾽ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων
70Αἰγίνας τε Μενοίτιον: τοῦ παῖς ἅμ᾽ Ἀτρείδαις
Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ
[110] μόνος, ὅτ᾽ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισιν
πρύμναις Τήλεφος ἔμβαλεν:
ὥστ᾽ ἔμφρονι δεῖξαι
75μαθεῖν Πατρόκλου βιατὰν νόον.
ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρει
παραγορεῖτο μή ποτε
σφετέρας ἄτερθε ταξιοῦσθαι
δαμασιμβρότου αἰχμᾶς.
80 [120] εἴην εὑρησιεπὴς ἀναγεῖσθαι
πρόσφορος ἐν Μοισᾶν δίφρῳ:
τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις
ἕσποιτο. προξενίᾳ δ᾽ ἀρετᾷ τ᾽ ἦλθον
τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτ᾽ ἀμφότεροι κράτησαν
85μίαν ἔργον ἀν᾽ ἁμέραν.
ἄλλαι δὲ δύ᾽ ἐν Κορίνθου πύλαις ἐγένοντ᾽ ἔπειτα χάρμαι,
[130] ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον:
Ἄργει τ᾽ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δ᾽ ἐν Ἀθάναις,
οἷον δ᾽ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων
90μένεν ἀγῶνα πρεσβυτέρων ἀμφ᾽ ἀργυρίδεσσιν:
φῶτας δ᾽ ὀξυρεπεῖ δόλῳ
ἀπτῶτι δαμάσσαις
[140] διήρχετο κύκλον ὅσσᾳ βοᾷ,
ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.
95τὰ δὲ Παρρασίῳ στρατῷ
θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,
καὶ ψυχρᾶν ὁπότ᾽ εὐδιανὸν φάρμακον αὐρᾶν
Πελλάνᾳ φέρε: σύνδικος δ᾽ αὐτῷ Ἰολάου
[150] τύμβος εἰναλία τ᾽ Ἐλευσὶς ἀγλαΐαισιν.
100τὸ δὲ φυᾷ κράτιστον ἅπαν: πολλοὶ δὲ διδακταῖς
ἀνθρώπων ἀρεταῖς κλέος
ὤρουσαν ἀρέσθαι.
ἄνευ δὲ θεοῦ σεσιγαμένον
οὐ σκαιότερον χρῆμ᾽ ἕκαστον. ἐντὶ γὰρ ἄλλαι
105ὁδῶν ὁδοὶ περαίτεραι,
[160] μία δ᾽ οὐχ ἅπαντας ἄμμε θρέψει
μελέτα: σοφίαι μὲν
αἰπειναί: τοῦτο δὲ προσφέρων ἆθλον,
ὄρθιον ὤρυσαι θαρσέων,
110τόνδ᾽ ἀνέρα δαιμονίᾳ γεγάμεν
εὔχειρα, δεξιόγυιον, ὁρῶντ᾽ ἀλκάν,
Αἰάντειόν τ᾽ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.