previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19]

ἀλλὰ μήν, Κῦρος ἔφη, εἴς γε τὸ προθυμίαν ἐμβαλεῖν στρατιώταις οὐδέν μοι δοκεῖ ἱκανώτερον εἶναι τὸ δύνασθαι ἐλπίδας ἐμποιεῖν ἀνθρώποις. ἀλλ᾽, ἔφη, παῖ, τοῦτό γε τοιοῦτόν ἐστιν οἷόνπερ εἴ τις κύνας ἐν θήρᾳ ἀνακαλοῖτο ἀεὶ τῇ κλήσει ᾗπερ ὅταν τὸ θηρίον ὁρᾷ. τὸ μὲν γὰρ πρῶτον προθύμως εὖ οἶδ᾽ ὅτι ἔχει ὑπακουούσας: ἢν δὲ πολλάκις ψεύδηται αὐτάς, τελευτῶσαι οὐδ᾽ ὁπόταν ἀληθῶς ὁρῶν καλῇ πείθονται αὐτῷ. οὕτω καὶ τὸ περὶ τῶν ἐλπίδων ἔχει: ἢν πολλάκις προσδοκίας ἀγαθῶν ἐμβαλὼν ψεύδηταί τις, οὐδ᾽ ὁπόταν ἀληθεῖς ἐλπίδας λέγῃ τοιοῦτος πείθειν δύναται. ἀλλὰ τοῦ μὲν αὐτὸν λέγειν μὴ σαφῶς εἰδείη εἴργεσθαι δεῖ, παῖ, ἄλλοι δ᾽ ἐνετοὶ λέγοντες ταὔτ᾽ ἂν διαπράττοιεν: τὴν δ᾽ αὐτοῦ παρακέλευσιν εἰς τοὺς μεγίστους κινδύνους δεῖ ὡς μάλιστα ἐν πίστει διασῴζειν. ἀλλὰ ναὶ μὰ τὸν Δί᾽, ἔφη Κῦρος, πάτερ, καλῶς μοι δοκεῖς λέγειν, καὶ ἐμοὶ οὕτως ἥδιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Walter Miller, 1914)
hide References (17 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: