[30]
καὶ ἐγὼ δέ φημι καὶ Γανυμήδην οὐ σώματος ἀλλὰ ψυχῆς ἕνεκα ὑπὸ Διὸς εἰς Ὄλυμπον ἀνενεχθῆναι. μαρτυρεῖ δὲ καὶ τοὔνομα αὐτοῦ: ἔστι μὲν γὰρ δήπου καὶ Ὁμήρῳ“γάνυται δέ τ᾽ ἀκούων.
”Hom.τοῦτο δὲ φράζει ὅτι ἥδεται δέ τ᾽ ἀκούων. ἔστι δὲ καὶ ἄλλοθί που“πυκινὰ φρεσὶ μήδεα εἰδώς.
”Hom.τοῦτο δ᾽ αὖ λέγει σοφὰ φρεσὶ βουλεύματα εἰδώς. ἐξ οὖν συναμφοτέρων τούτων οὐχ ἡδυσώματος ὀνομασθεὶς ὁ Γανυμήδης ἀλλ᾽ ἡδυγνώμων ἐν θεοῖς τετίμηται.