[9]
θεᾷ γὰρ αὐτοὺς ᾗπερ τοὺς τραγῳδούς τε καὶ κωμῳδούς, οὐχ ὅπως ποιητὴς οἴομαι γένῃ, ἀλλ᾽ ὅπως ἡσθῇς ἰδών τι ἢ ἀκούσας: καὶ ταῦτα μὲν ἴσως οὕτως ὀρθῶς ἔχει (οὐ γὰρ ποιητὴς βούλει γενέσθαι), ἱππικῇ δ᾽ ἀναγκαζόμενος χρῆσθαι οὐ μῶρος οἴει εἶναι εἰ μὴ σκοπεῖς ὅπως μὴ ἰδιώτης ἔσει τούτου τοῦ ἔργου, ἄλλως τε καὶ τῶν αὐτῶν ἵππων ἀγαθῶν εἴς τε τὴν χρῆσιν καὶ κερδαλέων εἰς πώλησιν ὄντων;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.