ἀτὰρ οὖν, ἔφην ἐγώ, ἐκ τούτου ἄρα θερίζειν εἰκός. δίδασκε οὖν εἴ τι ἔχεις με καὶ εἰς τοῦτο. ἂν μή γε φανῇς, ἔφη, καὶ εἰς τοῦτο ταὐτὰ ἐμοὶ ἐπιστάμενος. ὅτι μὲν οὖν τέμνειν τὸν σῖτον δεῖ οἶσθα. τί δ᾽ οὐ μέλλω; ἔφην ἐγώ. πότερ᾽ <ἂν> οὖν τέμνοις, ἔφη, στὰς ἔνθα πνεῖ ἄνεμος ἢ ἀντίος; οὐκ ἀντίος, ἔφην, ἔγωγε: χαλεπὸν γὰρ οἶμαι καὶ τοῖς ὄμμασι καὶ ταῖς χερσὶ γίγνεται ἀντίον ἀχύρων καὶ ἀθέρων θερίζειν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.