Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
σοφίαν δὲ τί ἂν φήσαιμεν εἶναι; εἰπέ μοι, πότερά σοι δοκοῦσιν οἱ σοφοί, ἃ ἐπίστανται, ταῦτα σοφοὶ εἶναι, ἢ εἰσί τινες ἃ μὴ ἐπίστανται σοφοί; ἃ ἐπίστανται δῆλον ὅτι, ἔφη: πῶς γὰρ ἄν τις, ἅ γε μὴ ἐπίσταιτο, ταῦτα σοφὸς εἴη; ἆρ᾽ οὖν οἱ σοφοὶ ἐπιστήμῃ σοφοί εἰσι; τίνι γὰρ ἄν, ἔφη, ἄλλῳ τις εἴη σοφός, εἴ γε μὴ ἐπιστήμῃ; ἄλλο δέ τι σοφίαν οἴει εἶναι ἢ ᾧ σοφοί εἰσιν; οὐκ ἔγωγε. ἐπιστήμη ἄρα σοφία ἐστίν; ἔμοιγε δοκεῖ. ἆρ᾽ οὖν δοκεῖ σοι ἀνθρώπῳ δυνατὸν εἶναι τὰ ὄντα πάντα ἐπίστασθαι; οὐδὲ μὰ Δί᾽ ἔμοιγε πολλοστὸν μέρος αὐτῶν. πάντα μὲν ἄρα σοφὸν οὐχ οἷόν τε ἄνθρωπον εἶναι; μὰ Δί᾽ οὐ δῆτα, ἔφη. ὃ ἄρα ἐπίσταται ἕκαστος, τοῦτο καὶ σοφός ἐστιν; ἔμοιγε δοκεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.