Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
πάνυ μὲν οὖν, ἔφη. ἀγαθοὺς δὲ πρὸς τὰ τοιαῦτα νομίζεις ἄλλους τινὰς ἢ τοὺς δυναμένους αὐτοῖς καλῶς χρῆσθαι; οὐκ ἀλλὰ τούτους, ἔφη. κακοὺς δὲ ἄρα τοὺς οἵους τούτοις κακῶς χρῆσθαι; τίνας γὰρ ἄλλους; ἔφη. ἆρ᾽ οὖν ἕκαστοι χρῶνται ὡς οἴονται δεῖν; πῶς γὰρ ἄλλως; ἔφη. ἆρ᾽ οὖν οἱ μὴ δυνάμενοι καλῶς χρῆσθαι ἴσασιν ὡς δεῖ χρῆσθαι; οὐ δήπου γε, ἔφη. οἱ ἄρα εἰδότες ὡς δεῖ χρῆσθαι, οὗτοι καὶ δύνανται; μόνοι γ᾽, ἔφη. τί δέ; οἱ μὴ διημαρτηκότες ἆρα κακῶς χρῶνται τοῖς τοιούτοις; οὐκ οἴομαι, ἔφη. οἱ ἄρα κακῶς χρώμενοι διημαρτήκασιν; εἰκός γ᾽, ἔφη. οἱ μὲν ἄρα ἐπιστάμενοι τοῖς δεινοῖς τε καὶ ἐπικινδύνοις καλῶς χρῆσθαι ἀνδρεῖοί εἰσιν, οἱ δὲ διαμαρτάνοντες τούτου δειλοί; ἔμοιγε δοκοῦσιν, ἔφη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.