This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
πῶς οὖν, ἔφη, κακῶς οὗτοι τεκνοποιοῦνται, οὕς γε οὐδὲν κωλύει ἀγαθοὺς αὐτοὺς ὄντας ἐξ ἀγαθῶν παιδοποιεῖσθαι; ὅτι νὴ Δί᾽, ἔφη, οὐ μόνον ἀγαθοὺς δεῖ τοὺς ἐξ ἀλλήλων παιδοποιουμένους εἶναι, ἀλλὰ καὶ ἀκμάζοντας τοῖς σώμασιν. ἢ δοκεῖ σοι ὅμοια τὰ σπέρματα εἶναι τὰ τῶν ἀκμαζόντων τοῖς τῶν μήπω ἀκμαζόντων ἢ τῶν παρηκμακότων; ἀλλὰ μὰ Δί᾽, ἔφη, οὐκ εἰκὸς ὅμοια εἶναι. πότερα οὖν, ἔφη, βελτίω; δῆλον ὅτι, ἔφη, τὰ τῶν ἀκμαζόντων. τὰ τῶν μὴ ἀκμαζόντων ἄρα οὐ σπουδαῖα; οὐκ εἰκὸς μὰ Δί᾽, ἔφη. οὐκοῦν οὕτω γε οὐ δεῖ παιδοποιεῖσθαι; οὐ γὰρ οὖν, ἔφη. οὐκοῦν οἵ γε οὕτω παιδοποιούμενοι ὡς οὐ δεῖ παιδοποιοῦνται; ἔμοιγε δοκεῖ, ἔφη. τίνες οὖν ἄλλοι, ἔφη, κακῶς ἂν παιδοποιοῖντο, εἴ γε μὴ οὗτοι; ὁμογνωμονῶ σοι, ἔφη, καὶ τοῦτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.