This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
οἶσθα δέ τινας ἀνδραποδώδεις καλουμένους; ἔγωγε. πότερον διὰ σοφίαν ἢ δι᾽ ἀμαθίαν; δῆλον ὅτι δι᾽ ἀμαθίαν. ἆρ᾽ οὖν διὰ τὴν τοῦ χαλκεύειν ἀμαθίαν τοῦ ὀνόματος τούτου τυγχάνουσιν; οὐ δῆτα. ἀλλ᾽ ἄρα διὰ τὴν τοῦ τεκταίνεσθαι; οὐδὲ διὰ ταύτην. ἀλλὰ διὰ τὴν τοῦ σκυτεύειν; οὐδὲ δι᾽ ἓν τούτων, ἔφη, ἀλλὰ καὶ τοὐναντίον: οἱ γὰρ πλεῖστοι τῶν γε τὰ τοιαῦτα ἐπισταμένων ἀνδραποδώδεις εἰσίν. ἆρ᾽ οὖν τῶν τὰ καλὰ καὶ ἀγαθὰ καὶ δίκαια μὴ εἰδότων τὸ ὄνομα τοῦτ᾽ ἐστίν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.