Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀληθές, ἔφη, καὶ τοῦτο λέγεις. ἀλλ᾽ ἄρα ὅτι τὸ ἱππικὸν οἴει τῇ πόλει βέλτιον ἂν ποιήσας παραδοῦναι καί, εἴ τις χρεία γίγνοιτο ἱππέων, τούτων ἡγούμενος ἀγαθοῦ τινος αἴτιος γενέσθαι τῇ πόλει; καὶ μάλα, ἔφη. καὶ ἔστι γε νὴ Δί᾽, ἔφη ὁ Σωκράτης, καλόν, ἐὰν δύνῃ ταῦτα ποιῆσαι. ἡ δὲ ἀρχή που ἐφ᾽ ἧς ᾕρησαι ἵππων τε καὶ ἀμβατῶν ἐστιν. ἔστι γὰρ οὖν, ἔφη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.