This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐκ δὲ τούτου ὁ Σωκράτης ὁρῶν αὐτήν τε πολυτελῶς κεκοσμημένην καὶ μητέρα παροῦσαν αὐτῇ ἐν ἐσθῆτί τε καὶ θεραπείᾳ οὐ τῇ τυχούσῃ, καὶ θεραπαίνας πολλὰς καὶ εὐειδεῖς καὶ οὐδὲ ταύτας ἠμελημένως ἐχούσας, καὶ τοῖς ἄλλοις τὴν οἰκίαν ἀφθόνως κατεσκευασμένην, εἰπέ μοι, ἔφη, ὦ Θεοδότη, ἔστι σοι ἀγρός; οὐκ ἔμοιγ᾽, ἔφη. ἀλλ᾽ ἄρα οἰκία προσόδους ἔχουσα; οὐδὲ οἰκία, ἔφη. ἀλλὰ μὴ χειροτέχναι τινές; οὐδὲ χειροτέχναι, ἔφη. πόθεν οὖν, ἔφη, τὰ ἐπιτήδεια ἔχεις; ἐάν τις, ἔφη, φίλος μοι γενόμενος εὖ ποιεῖν ἐθέλῃ, οὗτός μοι βίος ἐστί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.