Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ἐλθόντες δ᾽ ἐπὶ τὸ μυροπώλιον τὸ
μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ,1 τὰς δὲ τετταράκοντα μνᾶς
ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην. τούτου δὲ γενομένου προσῄεσάν
μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν
ἐράνων καὶ διελέγοντό μοι: καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα
φανερὰ ἐγεγόνει, ὥστ᾽ εἶναί μοι σὺν τοῖς ἐράνοις, ὅπερ καὶ
ἀρτίως εἶπον, περὶ πέντε τάλαντα.
1 ΛευκονοιεῖKenyon:ΛευκονοεῖP.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.