Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
καὶ ἐὰν
μέν τις ὡς ἔοικεν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας
γράψῃ1 ἄκυροι ἔσονται, εἰ δ᾽ ἐγὼ τῇ
Ἀθηνογένους ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι με2 δεῖ, ὃς
ἔχω μεγίστην3 βοήθειαν τὴν ἐν τῷ νόμῳ
γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σὺ ταῖς
συνθήκαις ἰσχυρίζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἡ ἑταίρα
σου4 ἐσημήνασθε, καὶ ὑπὲρ ὧν οἱ νόμοι
βουλεύσεως ὑμᾶς κελεύουσιν αἰτίους εἶναι, ἐπὶ τούτοις
προσλαμβάνειν τι ἀξιοῦτε.5 καὶ οὐχ
ἱκανόν σοι ἦν τὰς6 τετταράκοντα μνᾶς εἰληφέναι
ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα προσαφείλου7 με ὥσπερ ὑπο8 ... κατειλημμένον
5 ὑπὲρ ὧνusque adἀξιοῦτεJensen in add.: alii alia.
7 προσαφείλουKenyon:ἀπεστερήκατεWeil.
8 ὑποχείριον ἐν ποδοστράβῃ κατειλημμένονRevillout, coll. Harpocratione s.v.ποδοστράβη: ὑπὸ θηρευτοῦ κτλ.Richards.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.