Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[88]
οὐ γὰρ περὶ μικρῶν οὐδὲ τῶν τυχόντων ἐν τῇ τήμερον ἡμέρᾳ δικάζετε, ἀλλὰ περὶ σωτηρίας τῆς πόλεως ἁπάσης καὶ πρὸς τούτοις περὶ δωροδοκίας, ἔθους πονηροῦ καὶ πράγματος ἀλυσιτελοῦς ὑμῖν καὶ πάντας ἀνθρώπους ἀπολωλεκότος. ὃ1 εἰ μέν, καθ᾽ ὅσον ἐστὲ δυνατοί, ἐκβαλεῖτ᾽ ἐκ τῆς πόλεως καὶ παύσετε τοὺς ῥᾳδίως καθ᾽ ὑμῶν χρήματα λαμβάνοντας, σωθησόμεθα θεῶν βουλομένων: εἰ δ᾽ ἐπιτρέψετε τοῖς ῥήτορσι πωλεῖν ὑμᾶς αὐτούς, περιόψεσθε τὴν πόλιν ἀνατραπεῖσαν ὑπὸ τούτων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.