Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
τούτων ὡς ἐδόκει τῷ δήμῳ καλῶς καὶ συμφερόντως πεπραγμένων, αἰτίαι νῦν καὶ προκλήσεις καὶ συκοφαντίαι παρὰ Δημοσθένους ἥκουσιν, ἐπειδὴ οὗτος ἀποπέφανται εἴκοσι τάλαντα ἔχων χρυσίου: καὶ ἡ τῶν ἐκ προνοίας φόνων ἀξιόπιστος οὖσα βουλὴ τὸ δίκαιον καὶ τἀληθὲς1 εὑρεῖν, καὶ κυρία δικάσαι τε περὶ τοῦ σώματος καὶ τῆς ψυχῆς ἑκάστου τῶν πολιτῶν, καὶ τοῖς μὲν βιαίῳ θανάτῳ τετελευτηκόσι βοηθῆσαι, τοὺς δὲ παράνομόν τι τῶν ἐν τῇ πόλει διαπεπραγμένους ἐκβαλεῖν ἢ θανάτῳ ζημιῶσαι, νῦν ἐπὶ τοῖς κατὰ Δημοσθένους ἀποπεφασμένοις χρήμασιν ἄκυρος ἔσται τοῦ δικαίου;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.