Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[54]
ἐπ᾽ αὐτοφώρω χρήματα λαμβάνων εἴληπται, νῦν τὰ νόμιμα τἀκεῖθεν καὶ τὰ δίκαια καὶ τἀληθῆ ἀσθενέστερα γενήσεται τῶν Δημοσθένους λόγων, καὶ ἰσχύσει μᾶλλον τῆς ἀληθείας ἡ παρὰ τούτου ῥηθησομένη κατὰ τοῦ συνεδρίου διαβολή, ὡς ἄρα πολλοὺς ἡ βουλὴ ἀποπέφαγκεν ἀδικεῖν τὸν δῆμον, οἳ ἀποπεφεύγασιν εἰσελθόντες εἰς τὸ δικαστήριον, καὶ ἡ βουλὴ ἐπ᾽ ἐνίων τὸ πέμπτον μέρος οὐ μετείληφε τῶν ψήφων; τοῦτο δὲ ὃν τρόπον γίγνεται, ῥᾳδίως ἅπαντες μαθήσεσθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.