Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
ἢ τὸ γράψαι Ταυροσθένην Ἀθηναῖον εἶναι, τὸν1 τοὺς μὲν αὑτοῦ πολίτας καταδουλωσάμενον, τῆς δ᾽ Εὐβοίας ὅλης μετὰ τοῦ ἀδελφοῦ Καλλίου προδότην Φιλίππῳ γεγενημένον; ὃν οὐκ ἐῶσιν οἱ νόμοι τῆς Ἀθηναίων χώρας ἐπιβαίνειν, εἰ δὲ μή, τοῖς αὐτοῖς ἔνοχον εἶναι κελεύουσιν οἷσπερ ἄν τις τῶν φευγόντων ἐξ Ἀρείου πάγου κατίῃ.2 καὶ τοῦτον οὗτος ὁ δημοτικὸς ὑμέτερον ἔγραψε πολίτην εἶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.