Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
ἐκ τῶν δακτύλων ἀναψάμενος περιεπορεύετο, τρυφῶν ἐν τοῖς τῆς πόλεως κακοῖς, καὶ ἐπὶ φορείου κατακομιζόμενος τὴν εἰς Πειραιᾶ ὁδόν, καὶ τὰς τῶν πενήτων ἀπορίας ὀνειδίζων. εἶθ᾽ οὗτος εἰς τοὺς μέλλοντας ὑμῖν καιροὺς ἔσται χρήσιμος, παραβεβηκὼς ἅπαντας τοὺς παρεληλυθότας; τοιούτων, ὦ δέσποιν᾽ Ἀθηνᾶ καὶ Ζεῦ σῶτερ, συμβούλων καὶ ἡγεμόνων ὤφελον τυχεῖν οἱ πολεμήσαντες τῇ πόλει,1 καὶ μηδεπώποτε2 βελτιόνων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.