Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
μόνως γὰρ οὕτως, ἄνδρες1 Ἀθηναῖοι, μόνως καὶ τοὺς ἄλλους ποιήσετε βελτίους, ἐὰν τοὺς ἐνδόξους τῶν πονηρῶν ἐξελέγξαντες κολάσητε τῶν ἀδικημάτων2 ἀξίως. τοὺς μὲν γὰρ τυχόντας τῶν κρινομένων, ὅταν ἁλῶσιν, οὐδεὶς οἶδεν οὐδὲ ζητεῖ πυθέσθαι τί πεπόνθασι: τοὺς δ᾽ ἐνδόξους πάντες πυνθάνονται, καὶ τοὺς δικάζοντας ἐπαινοῦσιν, ὅταν τὸ δίκαιον μὴ προῶνται ταῖς τῶν κρινομένων δόξαις. ἀνάγνωθι τὸ ψήφισμα τὸ Θηβαίων. λέγε τὰς μαρτυρίας. ἀναγίγνωσκε τὰς ἐπιστολάς.“Ψήφισμα”“Μαρτυρίαι”“Ἐπιστολαί”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.