Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
οὐκ ἀποκτενεῖτε, ἄνδρες Ἀθηναῖοι, τὸν μιαρὸν τοῦτον ἄνθρωπον, ὃς πρὸς ἑτέροις πολλοῖς καὶ μεγάλοις ἁμαρτήμασι καὶ τὴν Θηβαίων πόλιν περιεῖδεν ἀνάστατον γενομένην, τριακόσια τάλαντα λαβὼν εἰς τὴν ἐκείνων σωτηρίαν παρὰ τοῦ Περσῶν βασιλέως, καὶ Ἀρκάδων ἡκόντων εἰς Ἰσθμὸν καὶ τὴν μὲν παρ᾽ Ἀντιπάτρου πρεσβείαν ἄπρακτον ἀποστειλάντων, τὴν δὲ παρὰ Θηβαίων τῶν ταλαιπώρων προσδεξαμένων, οἳ κατὰ θάλατταν μόλις ἀφίκοντο πρὸς ἐκείνους, ἱκετηρίαν ἔχοντες καὶ κηρύκεια συμπεπλεγμένα, ὡς ἔφασαν, ἐκ τῶν θαλλῶν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.