Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
ἡγοῦμαι μὲν οὖν καὶ ἐκ τῶν εἰρημένων καὶ ἀποδεδειγμένων, ὦ ἄνδρες, δικαίως ἄν μου ἀποψηφίσασθαι ὑμᾶς, καὶ ἐπίστασθαι ἅπαντας ὅτι οὐδέν μοι προσήκει τῆς αἰτίας ταύτης. ἵνα δ᾽ ἔτι καὶ ἄμεινον μάθητε, τούτου ἕνεκα πλείω λέξω, καὶ ἀποδείξω ὑμῖν τοὺς κατηγόρους τούτους ἐπιορκοτάτους ὄντας καὶ ἀσεβεστάτους ἀνθρώπων, καὶ ἀξίους οὐ μόνον ὑπ᾽ ἐμοῦ μισεῖσθαι, ἀλλὰ καὶ ὑφ᾽ ὑμῶν πάντων καὶ τῶν ἄλλων πολιτῶν τῆς δίκης ἕνεκα ταυτησί.