Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
ἐπίσταμαι δὲ καὶ τάδε, ὦ ἄνδρες, ὅτι εἰ μὲν τούτοις ἐμοῦ κατεμαρτύρουν οἱ μάρτυρες οἱ παραγενόμενοι, αὐτοῖς ἂν τούτοις ἰσχυροτάτοις ἐχρῶντο καὶ πίστιν ταύτην σαφεστάτην ἀπέφαινον, τοὺς μάρτυρας τοὺς καταμαρτυροῦντας: τῶν αὐτῶν δὲ1 τούτων μαρτυρούντων,2 ἃ μὲν ἐγὼ λέγω, ἀληθῆ εἶναι, ἃ δὲ οὗτοι λέγουσιν, οὐκ ἀληθῆ, τοῖς μὲν μάρτυσι τοῖς <ἐμοὶ>3 μαρτυροῦσιν ἀπιστεῖν ὑμᾶς διδάσκουσι, τοῖς δὲ λόγοις οἷς αὐτοὶ λέγουσι πιστεύειν ὑμᾶς φασι χρῆναι, οὓς ἐγὼ εἰ ἔλεγον ἄνευ μαρτύρων, ψευδεῖς ἂν κατηγόρουν εἶναι.