Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
καὶ ταῦτα ἐμοῦ προκαλουμένου καὶ λέγοντος ἐν τῷ δικαστηρίῳ, οὗ καὶ αὐτοὶ οἱ δικασταὶ καὶ ἕτεροι ἰδιῶται πολλοὶ μάρτυρες παρῆσαν, οὔτε τότε παραχρῆμα οὔτε ὕστερον ἐν παντὶ τῷ χρόνῳ οὐδεπώποτε ἠθέλησαν ἐλθεῖν ἐπὶ τοῦτο τὸ δίκαιον, εὖ εἰδότες ὅτι οὐκ ἂν τούτοις κατ᾽ ἐμοῦ ἔλεγχος ἐγίγνετο οὗτος, ἀλλ᾽ ἐμοὶ κατὰ τούτων, ὅτι οὐδὲν δίκαιον οὐδ᾽ ἀληθὲς ᾐτιῶντο.