Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[78]
εἰ δ᾽ ἐν Αἴνῳ χωροφιλεῖ, τοῦτο <ποιεῖ>1 οὐκ ἀποστερῶν γε τῶν εἰς τὴν πόλιν ἑαυτὸν οὐδενὸς οὐδ᾽ ἑτέρας πόλεως πολίτης γεγενημένος, ὥσπερ ἑτέρους ὁρῶ, τοὺς μὲν εἰς τὴν ἤπειρον ἰόντας καὶ οἰκοῦντας ἐν τοῖς πολεμίοις τοῖς ὑμετέροις, <τοὺς δὲ>2 καὶ δίκας ἀπὸ ξυμβόλων ὑμῖν δικαζομένους, οὐδὲ φεύγων τὸ πλῆθος τὸ ὑμέτερον, τοὺς δ᾽ οἵους ὑμεῖς μισῶν συκοφάντας.