Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[72]
οὐ γὰρ ἔστιν ὅ τι ἂν1 ὀργιζόμενος ἄνθρωπος εὖ γνοίη: αὐτὸ γὰρ ᾧ2 βουλεύεται, τὴν γνώμην, διαφθείρει τοῦ ἀνθρώπου. μέγα τοι ἡμέρα παρ᾽ ἡμέραν γιγνομένη3 γνώμην, ὦ ἄνδρες, ἐξ ὀργῆς μεταστῆσαι4 καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενημένων.