Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[70]
τοῦ δ᾽ ἑνὸς τούτου—Σωσίαν ὄνομά φασιν αὐτῷ εἶναι—κατέγνωστο μὲν ἤδη θάνατος, ἐτεθνήκει δὲ οὔπω: καὶ ἐν τούτῳ ἐδηλώθη τῷ τρόπῳ ἀπωλώλει τὰ χρήματα, καὶ ὁ ἀνὴρ ἀπήχθη ὑπὸ τοῦ δήμου τοῦ ὑμετέρου παραδεδομένος ἤδη τοῖς ἕνδεκα, οἱ δ᾽ ἄλλοι ἐτέθνασαν οὐδὲν αἴτιοι ὄντες.