Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
καὶ οἱ μὲν ἄλλοι καθ᾽ ὧν ἂν μηνύῃ1 τις, οὗτοι2 κλέπτουσι τοὺς μηνύοντας, κᾆτ᾽ ἀφανίζουσιν: αὐτοὶ δὲ οὗτοι οἱ ἀπάγοντες καὶ ζητοῦντες τὸ πρᾶγμα τὸν κατ᾽ ἐμοῦ μηνυτὴν ἠφάνισαν. καὶ εἰ μὲν ἐγὼ τὸν ἄνδρα ἠφάνισα ἢ μὴ ἤθελον ἐκδοῦναι τούτοις ἢ ἄλλον τινὰ ἔφευγον ἔλεγχον, αὐτοῖς ἂν3 τούτοις ἰσχυροτάτοις εἰς τὰ πράγματα ἐχρῶντο, καὶ ἦν ταῦτα αὐτοῖς μέγιστα τεκμήρια κατ᾽ ἐμοῦ: νῦν δέ, ὁπότε αὐτοὶ οὗτοι προκαλουμένων τῶν φίλων τῶν ἐμῶν ταῦτ᾽ ἔφυγον, ἐμοὶ δήπου κατὰ τούτων εἶναι χρὴ ταὐτὰ ταῦτα4 τεκμήρια, ὡς οὐκ ἀληθῆ τὴν αἰτίαν ἐπέφερον ἣν ᾐτιῶντο.5