This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7] τούτῳ μὲν οὖν πρέπει καὶ ταῦτα καὶ ἔτι τούτων δεινότερα λέγειν, τοιαῦτα δεδρακότι: ἡμεῖς δὲ τόν <τε>1 θάνατον φανερὸν ἀποδεικνύντες, τήν τε πληγὴν ὁμολογουμένην ἐξ ἧς ἀπέθανε, τόν τε νόμον εἰς τὸν πατάξαντα τὸν φόνον ἀνάγοντα, ἀντὶ τοῦ παθόντος ἐπισκήπτομεν ὑμῖν, τῷ τούτου φόνῳ τὸ μήνιμα τῶν ἀλιτηρίων ἀκεσαμένους πᾶσαν τὴν πόλιν καθαρὰν τοῦ μιάσματος καταστῆσαι.