Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8] τὸν δὲ νόμον ὃν παραφέρουσιν, ἐπαινεῖν δεῖ. ὀρθῶς γὰρ καὶ δικαίως τοὺς ἀκουσίως ἀποκτείναντας ἀκουσίοις παθήμασι κολάζει. τὸ μὲν οὖν μειράκιον ἀναμάρτητον ὂν οὐκ ἂν δικαίως ὑπὲρ τοῦ ἁμαρτόντος κολάζοιτο: ἱκανὸν γὰρ αὐτῷ ἐστι τὰς αὑτοῦ ἁμαρτίας φέρειν: ὁ δὲ ταῖς αὑτοῦ ἁμαρτίαις διαφθαρείς, ἅμα ἥμαρτέ τε καὶ ὑφ᾽ ἑαυτοῦ ἐκολάσθη. κεκολασμένου δὲ τοῦ ἀποκτείναντος, οὐκ ἀτιμώρητος ὁ φόνος ἐστίν.