Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἥ τε ἀτυχία ἀδικεῖται ὑπ᾽ αὐτοῦ, ἣν προϊστάμενος τῆς κακουργίας ἀφανίσαι τὴν αὑτοῦ μιαρίαν ζητεῖ: ὑπό τε ὑμῶν οὐκ ἄξιος ἐλεεῖσθαί ἐστιν, ἀκούσιον μὲν τῷ παθόντι περιθεὶς τὴν συμφοράν, ἑκουσίως δὲ αὐτὸς εἰς τοὺς κινδύνους καταστάς. ὡς μὲν οὖν ἀπέκτεινε τὸν ἄνδρα, ἐν τῷ προτέρῳ λόγῳ ἀπεδείξαμεν: ὡς δὲ οὐκ ὀρθῶς ἀπελογήθη, νῦν πειρασόμεθα ἐλέγχοντες.