Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
ἀγανακτῶ δ᾽ ἐνθυμούμενος ὑμῖν μὲν1 οὐδὲ τοὺς κακούργους ἀσφαλὲς εἰς τὸ δεσμωτήριον ὂν ἀπάγειν, διὰ τὸ χιλίας δραχμὰς τετάχθαι ἀποτεῖσαι ὃς ἂν τὸ πέμπτον μέρος μὴ μεταλάβῃ τῶν ψήφων: ὁ δὲ τοσοῦτον χρόνον εἵρξας καὶ ἐπαναγκάζων γράφειν οὐδὲν κακὸν πέπονθεν, ἀλλὰ διὰ ταῦτα σεμνότερος δοκεῖ καὶ φοβερώτερος εἶναι. καὶ πρὸς μὲν τὰς ἄλλας πόλεις ἐν τοῖς συμβόλοις συντιθέμεθα μὴ ἐξεῖναι μήθ᾽ εἷρξαι μήτε δῆσαι τὸν ἐλεύθερον: ἐὰν δέ τις παραβῇ, μεγάλην ζημίαν ἐπὶ τούτοις, ἔθεμεν: τούτου δὲ τοιαῦτα πράξαντος οὐδεμίαν οὐδεὶς οὔτ᾽ ἰδίαν οὔτε δημοσίαν τιμωρίαν ποιεῖται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.