This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
τὴν αὐτὴν τοίνυν ἀρχὴν ἀγαθῶν λαμβάνοντας ἥνπερ ἡμῶν ἐλάμβανον οἱ πρόγονοι, ταύτην οὐκ ἀκτέον φασὶ τὴν εἰρήνην τινὲς εἶναι. παριόντες οὖν αὐτοὶ διδασκόντων ὑμᾶς1 — ἐξουσίαν δ᾽ αὐτοῖς ἡμεῖς ἐποιήσαμεν, προσθέντες τετταράκοντα ἡμέρας βουλεύσασθαι — τοῦτο μὲν τῶν γεγραμμένων εἴ τι2 τυγχάνει μὴ καλῶς ἔχον: ἔξεστι γὰρ ἀφελεῖν: τοῦτο δ᾽ εἴ τίς τι3 προσθεῖναι βούλεται, πείσας ὑμᾶς4 προσγραψάτω. πᾶσί τε τοῖς γεγραμμένοις χρωμένοις ἔστιν εἰρήνην ἄγειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.