Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[76]
ἑτέροις οὐκ ἦν γράψασθαι, τοῖς δὲ ἐνδεῖξαι, τοῖς δὲ μὴ ἀναπλεῦσαι εἰς Ἑλλήσποντον, ἄλλοις δ᾽ εἰς Ἰωνίαν: τοῖς δ᾽ εἰς τὴν ἀγορὰν μὴ εἰσιέναι πρόσταξις ἦν. ταῦτ᾽ οὖν ἐψηφίσασθε ἐξαλεῖψαι πάντα τὰ ψηφίσματα, καὶ αὐτὰ καὶ εἴ πού τι ἀντίγραφον ἦν, καὶ πίστιν ἀλλήλοις περὶ ὁμονοίας δοῦναι ἐν ἀκροπόλει. καί μοι ἀνάγνωθι τὸ ψήφισμα τὸ Πατροκλείδου, καθ᾽ ὃ ταῦτα ἐγένετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.