Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[149]
ἀλλὰ τοὺς παῖδας; ἀλλ᾽ οὔπω γεγένηνται. ὑμεῖς τοίνυν καὶ ἀντὶ πατρὸς ἐμοὶ καὶ ἀντὶ ἀδελφῶν καὶ ἀντὶ παίδων γένεσθε: εἰς ὑμᾶς καταφεύγω καὶ ἀντιβολῶ καὶ ἱκετεύω: ὑμεῖς με παρ᾽ ὑμῶν αὐτῶν αἰτησάμενοι σῴσατε, καὶ μὴ βούλεσθε Θετταλοὺς καὶ Ἀνδρίους πολίτας ποιεῖσθαι δι᾽ ἀπορίαν ἀνδρῶν, τοὺς δὲ ὄντας πολίτας ὁμολογουμένως, οἷς προσήκει ἀνδράσιν ἀγαθοῖς εἶναι καὶ βουλόμενοι δυνήσονται, τούτους δὲ ἀπόλλυτε. μὴ δῆτα. ἔπειτα καὶ ταῦθ᾽ ὑμῶν δέομαι, εὖ ποιῶν ὑμᾶς ὑφ᾽ ὑμῶν τιμᾶσθαι. ὥστ᾽ ἐμοὶ μὲν πειθόμενοι οὐκ ἀποστερεῖσθε εἴ τι ἐγὼ δυνήσομαι ὑμᾶς εὖ ποιεῖν: ἐὰν δὲ τοῖς ἐχθροῖς τοῖς ἐμοῖς πεισθῆτε, οὐδ᾽ ἂν ὑστέρῳ χρόνῳ ὑμῖν μεταμελήσῃ, οὐδὲν ἔτι πλέον ποιήσετε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.