Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[146]
ἔχει δὲ καὶ ὑμῖν, ὦ ἄνδρες, οὕτως: ἐάν με νυνὶ διαφθείρητε, οὐκ ἔστιν ὑμῖν ἔτι λοιπὸς τοῦ γένους τοῦ ἡμετέρου οὐδείς, ἀλλ᾽ οἴχεται πᾶν πρόρριζον. καίτοι οὐκ ὄνειδος ὑμῖν ἐστιν ἡ Ἀνδοκίδου καὶ Λεωγόρου οἰκία οὖσα, ἀλλὰ πολὺ μᾶλλον τότ᾽ ἦν ὄνειδος, ὅτ᾽ ἐμοῦ φεύγοντος Κλεοφῶν αὐτὴν ὁ λυροποιὸς ᾤκει. οὐ γὰρ ἔστιν ὅστις πώποτε ὑμῶν παριὼν τὴν οἰκίαν τὴν ἡμετέραν ἀνεμνήσθη ἢ ἰδίᾳ τι ἢ δημοσίᾳ κακὸν παθὼν ὑπ᾽ ἐκείνων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.