Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[136]
ταῦτα μὲν οὖν, ὦ ἄνδρες δικασταί, τούτοις ποιητέα ἦν, ὑμῖν δέ γε τὸ1 ἐναντίον τούτων: ὡς2 γὰρ πλείστους εἶναι ὑμῖν3 ἤθελον ἂν τοιούσδε οἷόσπερ ἐγώ, τούτους δὲ μάλιστα μὲν4 ἀπολωλέναι, εἰ δὲ μή, εἶναι τοὺς μὴ ἐπιτρέψοντας αὐτοῖς, οἷς καὶ προσήκει ἀνδράσιν εἶναι καὶ ἀγαθοῖς καὶ δικαίοις περὶ τὸ πλῆθος τὸ ὑμέτερον, καὶ βουλόμενοι δυνήσονται εὖ ποιεῖν ὑμᾶς. ἐγὼ οὖν ὑμῖν ὑπισχνοῦμαι ἢ παύσειν τούτους ταῦτα ποιοῦντας καὶ βελτίους παρέξειν, ἢ εἰς ὑμᾶς εἰσαγαγὼν κολάσειν τοὺς ἀδικοῦντας αὐτῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.