Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[133]
ἐγὼ ὑμῖν ἐρῶ διότι οὗτοι ταῦτα νῦν γιγνώσκουσιν. Ἀγύρριος γὰρ οὑτοσί, ὁ καλὸς κἀγαθός, ἀρχώνης1 ἐγένετο τῆς πεντηκοστῆς τρίτον ἔτος, καὶ ἐπρίατο τριάκοντα ταλάντων, μετέσχον δ᾽ αὐτῷ2 οὗτοι πάντες οἱ παρασυλλεγέντες ὑπὸ τὴν λεύκην, οὓς3 ὑμεῖς ἴστε οἷοί εἰσιν: οἳ διὰ τοῦτο ἔμοιγε δοκοῦσι συλλεγῆναι ἐκεῖσε, ἵν᾽ αὐτοῖς ἀμφότερα ᾖ, καὶ μὴ ὑπερβάλλουσι4 λαβεῖν ἀργύριον καὶ ὀλίγου πραθείσης μετασχεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.