Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[126]
λαβόντες δὲ οἱ προσήκοντες τῇ γυναικὶ τὸ παιδίον ἧκον ἐπὶ τὸν βωμὸν Ἀπατουρίοις, ἔχοντες ἱερεῖον, καὶ ἐκέλευον κατάρξασθαι τὸν Καλλίαν. ὁ δ᾽ ἠρώτα τίνος εἴη τὸ παιδίον: ἔλεγον “Καλλίου τοῦ Ἱππονίκου.” “ἐγώ εἰμι οὗτος.” “καὶ ἔστι γε σὸν τὸ παιδίον.” λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν μὴ εἶναί οἱ1 υἱὸν ἄλλον μηδὲ γενέσθαι πώποτε, εἰ μὴ Ἱππόνικον ἐκ τῆς Γλαύκωνος θυγατρός: ἢ ἐξώλη εἶναι καὶ αὐτὸν καὶ τὴν οἰκίαν, ὥσπερ ἔσται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.