Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[125]
καὶ οὗτος μὲν οὐκ ᾐσχύνθη οὐδ᾽ ἔδεισε τὼ θεώ: ἡ δὲ τοῦ Ἰσχομάχου θυγάτηρ τεθνάναι νομίσασα λυσιτελεῖν ἢ ζῆν ὁρῶσα τὰ γιγνόμενα, ἀπαγχομένη μεταξὺ κατεκωλύθη,1 καὶ ἐπειδὴ ἀνεβίω, ἀποδρᾶσα2 ἐκ τῆς οἰκίας ᾤχετο, καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα. ταύτης δ᾽ αὖ διαπεπλησμένος ἐξέβαλε καὶ ταύτην. ἡ δ᾽ ἔφη κυεῖν ἐξ αὐτοῦ: καὶ ἐπειδὴ ἔτεκεν υἱόν, ἔξαρνος ἦν μὴ εἶναι ἐξ αὐτοῦ τὸ παιδίον.
1 κατεκωλύθη Sluiter: κατεκλίθη codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.