Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ σεμνῶς πάνυ παρελθών, τόν τε Καλλίαν ὑπερεπῄνει, τό τε ἀπόρρητον προσεποιήσατο εἰδέναι: τὴν δ᾽ ἐκ Πελοποννήσου πρεσβείαν ἣν ἐπρέσβευσε, καὶ τὴν ἐξ Ἀκαρνανίας ἔφη βούλεσθαι ὑμῖν ἀπαγγεῖλαι. ἦν δ᾽ αὐτῷ κεφάλαιον τῶν λόγων, πάντας μὲν Πελοποννησίους ἐπὶ Φίλιππον ὑφ᾽ ἑαυτοῦ, εἶναι δὲ τὸ σύνταγμα χρημάτων μὲν εἰς ἑκατὸν νεῶν ταχυναυτουσῶν πληρώματα καὶ εἰς πεζοὺς στρατιώτας μυρίους καὶ ἱππέας χιλίους,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.