Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ εἰ μέν τις τῶν τραγικῶν ποιητῶν τῶν μετὰ ταῦτα ἐπεισαγόντων ποιήσειεν ἐν τραγῳδίᾳ τὸν Θερσίτην ὑπὸ τῶν Ἑλλήνων στεφανούμενον, οὐδεὶς ἂν ὑμῶν ὑπομείνειεν, ὅτι φησὶν Ὅμηρος ἄνανδρον αὐτὸν εἶναι καὶ συκοφάντην: αὐτοὶ δ᾽ ὅταν τὸν τοιοῦτον ἄνθρωπον στεφανῶτε, οὐκ ἂν1 οἴεσθε ἐν ταῖς τῶν Ἑλλήνων δόξαις συρίττεσθαι; οἱ μὲν γὰρ πατέρες ὑμῶν τὰ μὲν ἔνδοξα καὶ λαμπρὰ τῶν πραγμάτων ἀνετίθεσαν τῷ δήμῷ τὰ δὲ ταπεινὰ καὶ καταδεέστερα εἰς τοὺς ῥήτορας τοὺς φαύλους ἔτρεπον: Κτησιφῶν δ᾽ ὑμᾶς οἴεται δεῖν ἀφελόντας τὴν ἀδοξίαν ἀπὸ Δημοσθένους περιθεῖναι τῷ δήμῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.