Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν δ᾽ ἐμὴν σιωπήν, ὦ Δημόσθενες, ἡ τοῦ βίου μετριότης παρεσκεύασεν: ἀρκεῖ γάρ μοι μικρά, καὶ μειζόνων αἰσχρῶς οὐκ ἐπιθυμῶ, ὥστε καὶ σιωπῶ καὶ λέγω βουλευσάμενος, οὐκ ἀναγκαζόμενος ὑπὸ τῆς ἐν τῇ φύσει δαπάνης. σὺ δ᾽ οἶμαι λαβὼν μὲν σιγᾷς,1 ἀναλώσας δὲ κέκραγας: λέγεις δὲ οὐχ ὅταν σοι δοκῇ, οὐδ᾽ ἃν βούλῃ,2 ἀλλ᾽ ὅταν οἱ μισθοδόται σοι προστάττωσιν: οὐκ αἰσχύνῃ δὲ ἀλαζονευόμενος, ἃ παραχρῆμα ἐξελέγχῃ ψευδόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.