Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πάλιν τοὺς τριηράρχους ὑπευθύνους εἶναι κελεύει ὁ νόμος, οὐ τὰ κοινὰ διαχειρίσαντας, οὐδ᾽ ἀπὸ τῶν ὑμετέρων1 πολλὰ μὲν ὑφαιρουμένους, βραχέα δὲ κατατιθέντας, οὐδ᾽ ἐπιδιδόναι μὲν2 φάσκοντας, ἀποδιδόντας δὲ ὑμῖν τὰ ὑμέτερα, ἀλλ᾽ ὁμολογουμένως τὰς πατρῴας οὐσίας εἰς τὴν πρὸς ὑμᾶς ἀνηλωκότας φιλοτιμίαν.οὐ τοίνυν μόνοι οἱ τριήραρχοι, ἀλλὰ καὶ τὰ μέγιστα τῶν ἐν τῇ πόλει συνεδρίων ὑπὸ τὴν τῶν δικαστηρίων ἔρχεται ψῆφον.
1 ὑμετέρων Bake: ὑμετέρων προσόδων MSS.
2 οὐδ᾽ ἐπιδιδόναι μὲν Blass: ἐπιδιδόναι δὲ MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.