Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν τοίνυν τῷ Μητρώῳ1 ἣν ἔδοτε δωρεὰν τοῖς ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγοῦσιν, ἔστιν ἰδεῖν. ἦν μὲν γὰρ ὁ τὸ ψήφισμα νικήσας Ἀρχῖνος ὁ ἐκ Κοίλης, εἷς τῶν καταγαγόντων τὸν δῆμον, ἔγραψε δὲ πρῶτον μὲν αὐτοῖς εἰς θυσίαν καὶ ἀναθήματα δοῦναι χιλίας δραχμάς, καὶ τοῦτ᾽ ἔστιν ἔλαττον ἢ δέκα δραχμαὶ κατ᾽ ἄνδρα, ἔπειτα2 στεφανῶσαι φαλλοῦ στεφάνῳ αὐτῶν ἕκαστον, ἀλλ᾽ οὐ χρυσῷ: τότε μὲν γὰρ ἦν ὁ τοῦ θαλλοῦ στέφανος τίμιος, νυνὶ δὲ καὶ ὁ χρυσοῦς καταπεφρόνηται. καὶ οὐδὲ τοῦτο εἰκῇ πρᾶξαι κελεύει, ἀλλ᾽ ἀκριβῶς τὴν βουλὴν σκεψαμένην, ὅσοι αὐτῶν ἐπὶ Φυλῇ ἐπολιορκήθησαν ὅτε Λακεδαιμόνιοι καὶ οἱ τριάκοντα προσέβαλλον,3 οὐχ ὅσοι τὴν τάξιν ἔλιπον ἐν Χαιρωνείᾳ τῶν πολεμίων ἐπιόντων. ὅτι δ᾽ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὸ ψήφισμα.“Ψήφισμα περὶ Δωρεὰς τοῖς ἀπὸ Φυλῆς”
1 Μητρώῳ Bake: Μητρώῳ παρὰ τὸ βουλευτήριον MSS.
2 ἔπειτα Cobet: ἔπειτα κελεύει MSS.
3 προσέβαλλον Hamaker: προσέβαλλον τοῖς καταλαβοῦσι Φυλήν MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.