Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι δὲ ὀρθῶς λέγω, ἔτι μικρῷ σαφέστερον ὑμᾶς βούλομαι διδάξαι. πότερον ὑμῖν ἀμείνων ἀνὴρ εἶναι δοκεῖ Θεμιστοκλῆς, ὁ στρατηγήσας ὅτ᾽ ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ τὸν Πέρσην ἐνικᾶτε, ἢ Δημοσθένης, ὁ νυνὶ τὴν τάξιν λιπών; Μιλτιάδης δέ, ὁ τὴν ἐν Μαραθῶνι μάχην νικήσας,1 ἢ οὗτος; ἔτι δ᾽ οἱ ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγόντες; Ἀριστείδης δ᾽ ὁ δίκαιος, ὁ τὴν ἀνόμοιον ἔχων ἐπωνυμίαν Δημοσθένει;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.