Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπερβὰς τοίνυν ἅπαντα ταῦτα, ὑπὲρ τῶν νυνὶ καθεστηκότων λέξω. Λακεδαιμόνιοι μὲν καὶ τὸ ξενικὸν ἐπέτυχον μάχῃ, καὶ διέφθειραν τοὺς περὶ Κόρραγον στρατιώτας, Ἠλεῖοι δ᾽ αὐτοῖς συμμετεβάλοντο καὶ Ἀχαιοὶ πάντες πλὴν Πελληνέων, καὶ Ἀρκαδία πᾶσα πλὴν Μεγάλης πόλεως, αὕτη δὲ ἐπολιορκεῖτο καὶ καθ᾽ ἑκάστην ἡμέραν ἐπίδοξος ἦν ἁλῶναι, ὁ δ᾽ Ἀλέξανδρος ἔξω τῆς ἄρκτου καὶ τῆς οἰκουμένης ὀλίγου δεῖν πάσης μεθειστήκει, ὁ δὲ Ἀντίπατρος πολὺν χρόνον συνῆγε στρατόπεδον, τὸ δ᾽ ἐσόμενον ἄδηλον ἦν. ἐνταῦθ᾽ ἡμῖν ἀπόδειξιν ποίησαι, Δημόσθενες, τί ποτ᾽ ἦν ἃ ἔπραξας, ἢ τί ποτ᾽ ἦν ἃ ἔλεγες: καὶ εἰ βούλει, παραχωρῶ σοι τοῦ βήματος ἕως ἂν εἴπῃς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.