Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς δὲ τούτοις οὐκ ἐν τοιούτοις ἦμεν λόγοις,1 ἀλλ᾽ ὅλην τὴν πορείαν ἠναγκαζόμεθα Δημοσθένην ὑπομένειν ἀφόρητον καὶ βαρὺν ἄνθρωπον: ὃς διασκοπούντων ἡμῶν ὅ τι χρὴ λέγειν,2 καὶ Κίμωνος εἰπόντος ὅτι φοβοῖτο μὴ δικαιολογούμενος περιγένοιτο ἡμῶν ὁ Φίλιππος, πηγὰς δὴ λόγων ἐπηγγέλλετο,3 καὶ περὶ τῶν δικαίων τῶν ὑπὲρ Ἀμφιπόλεως καὶ τῆς ἀρχῆς τοῦ πολέμου τοιαῦτα ἐρεῖν ἔφη, ὥστε ἀπορράψειν τὸ Φιλίππου στόμα ὁλοσχοίνῳ ἀβρόχῳ καὶ πείσειν Ἀθηναίους μὲν καταδέξασθαι Λεωσθένην, Φίλιππον δ᾽ Ἀθηναίοις Ἀμφίπολιν ἀποδοῦναι.
1 λόγοις Baiter : λόγοις οἱ συμπρέσβεις MSS.
2 λέγειν Taylor : λέγειν ἡμᾶς (or ὑμᾶς)τῶν συμπρέσβεων (or πρέσβεων) MSS.
3 ἐπηγγέλλετο Taylor : before ἐπηγγέλλετο the MSS. have ἔχειν ἀφθόνους or ἀφθόνους ἔχειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.