Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μικρὰ δ᾽ ἔτι1 εἰπὼν ἤδη καταβαίνω. ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ μὲν μηδὲν ἀδικεῖν ὑμᾶς κύριος ἦν, τοῦ δὲ μὴ ἔχειν αἰτίαν ἡ τύχη, ἣ συνεκλήρωσέ με ἀνθρώπῳ συκοφάντῃ καὶ2 βαρβάρῳ, ὃς οὔτε ἱερῶν οὔτε σπονδῶν οὔτε τραπέζης φροντίσας, ἀλλὰ τοὺς εἰς τὸν μέλλοντα αὑτῷ χρόνον ἀντεροῦντας ἐκφοβῶν, ἥκει ψευδῆ συντάξας καθ᾽ ἡμῶν κατηγορίαν. ἐὰν οὖν ἐθελήσητε σῴζειν τοὺς τῆς εἰρήνης καὶ τῆς ὑμετέρας ἀδείας συναγωνιστάς, πολλοὺς βοηθοὺς λήψεται τὸ τῆς πόλεως συμφέρον καὶ κινδυνεύειν ὑπὲρ ὑμῶν ἑτοίμους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.