Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γράφονται γὰρ οὗτοι παρανόμων τὸ ψήφισμα, Λυκῖνον ἐπὶ τὴν γραφὴν ἐπιγραψάμενοι, καὶ τίμημα ἑκατὸν τάλαντα. καὶ μετὰ ταῦτ᾽ εἰσῄει ἡ γραφὴ εἰς τὸ δικαστήριον, ἀρρώστως δ᾽ ἔχων ὁ Φιλοκράτης ἐκάλεσεν αὑτῷ συνήγορον Δημοσθένην, ἀλλ᾽ οὐκ ἐμέ. παρελθὼν δ᾽ ὁ μισοφίλιππος Δημοσθένης, κατέτριψε τὴν ἡμέραν ἀπολογούμενος: καὶ τὸ τελευταῖον ἀποφεύγει φεύγει Φιλοκράτης, ὁ δὲ γραψάμενος τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαμβάνει. καὶ ταῦθ᾽ ὑμεῖς ἅπαντες ἴστε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.